Ἀπολυτίκιον Κοιμήσεως Θεοτόκου Ἦχος α' Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΙΕΡΟΣ ΕΝΟΡΙΑΚΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΧΙΟΥ, ΨΑΡΩΝ ΚΑΙ ΟΙΝΟΥΣΣΩΝ

Τρίτη 19 Μαρτίου 2013

ΕΓΚΥΚΛΙΟΝ ΣΗΜΕΙΩΜΑ 676/191/11-3-2013 Ἐπέτειος τοῦ μεγάλου καί φοβεροῦ σεισμοῦ, ὁ ὁποῖος ἔπληξε τό Νησί μας τήν 22αν Μαρτίου 1881

Ἀρ.  Πρωτ.:  676
Ἀρ.  Διεκπ.: 191
Ἐν Χίῳ τῇ 11ῃ Μαρτίου 2013
ΕΓΚΥΚΛΙΟΝ ΣΗΜΕΙΩΜΑ
Π ρ ό ς
τόν Ἱερόν Κλῆρον
τῆς καθ’ ἡμᾶς Ἱερᾶς Μητροπόλεως
Διά τοῦ παρόντος, γνωρίζομεν ὑμῖν, ὅτι τήν Παρασκευήν 22αν Μαρτἰου ἐ. ἔ., Ἐπέτειον τοῦ μεγάλου καί φοβεροῦ σεισμοῦ, ὁ ὁποῖος ἔπληξε τό Νησί μας τήν 22αν Μαρτίου 1881, μέ συνέπειαν χιλιάδας θυμάτων καί πλῆθος ἐρειπίων, ὁ Σεβασμιώτατος Μητροπολίτης Χίου, Ψαρῶν καί Οἰνουσσῶν κ. Μᾶρκος θά τελέσῃ πρωινήν Προηγιασμένην Θ. Λειτουργίαν εἰς τήν Ἱεράν Μονήν Παναγίας Ρουχουνίου, ὡς περιοχήν μεγάλως πληγεῖσαν, καί θά ἀναπέμψῃ Δέησιν.
Ὅθεν, παρακαλοῦμεν ὑμᾶς, ὅπως ἀφ’ ἑνός μέν γνωρίσητε τοῦτο εἰς τόν εὐσεβῆ λαόν κατά τήν Θ. Λειτουργίαν τῆς 17ης Μαρτίου ἐ. ἔ. ὡς καί κατά τήν Προηγιασμένην Θ. Λειτουργίαν τῆς 20ῆς Μαρτίου ἐ. ἔ., ἀφ’ ἑτέρου δέ ἀναπέμψητε εἰς τόν καθ’ ὑμᾶς Ἱερόν Ναόν τήν κατωτέρω Δέησιν, μετά τήν  ὡς «ὀπισθάμβωνον Εὐχήν» τῆς Προηγιασμένης Θ. Λειτουργίας τῆς 22ας Μαρτίου ἐ. ἔ.
Δ Ε Η Σ Ι Σ
Ἀπολυτίκιον
« Ὁ ἐπιβλέπων ἐπί τήν γῆν καί ποιῶν αὐτήν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς καί κατάπεμψον ἡμῖν πλούσια τά ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε».
Ἐκτενής
«Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Μάρκου καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν ἐκκλησίαν, τήν νῆσον, πόλιν καί ἐνορίαν ταύτην καί πᾶσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου καί ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καί ἐλεήσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν θυμάτων τοῦ μεγάλου καί φοβεροῦ σεισμοῦ τῆς νήσου ταύτης καί ὑπέρ τοῦ σγχωρηθήναι αὐτοῖς πᾶν πλημέλλημα ἑκούσιόν τε καί ἀκούσιον.
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»
Ε Υ Χ Η
Τοῦ Κυρίου δεηθῶμεν
Ὁ Θεός, ὁ μέγας, καί φοβερός, καί θαυμαστός, ὁ μόνος ἀληθινός, ὁ ποιῶν πάντα, καί μετασκευάζων¨ ὁ ἐπιβλέπων ἐπί τήν γῆν, καί ποιῶν αὐτήν τρέμειν¨ ὁ ἁπτόμενος τῶν ὀρέων καί καπνίζονται¨ ὁ σείων τήν ὑπ’οὐρανόν ἐκ θεμελίων, οἱ δέ στύλοι αὐτῆς οὐ σαλεύονται¨ ὁ τά θεμέλια τῆς γῆς σαλεύων, ἥδρασται δέ τῷ σῷ νεύματι¨ ὅν πάντα φρίσσει καί τρέμει ἀπό προσώπου τῆς δυνάμεώς σου¨ ὅτι ἀνυπόστατος ἡ ὀργή τῆς ἐπί ἡμᾶς τούς ἁμαρτωλούς ἀπειλῆς σου, ἀμέτρητόν τε καί ἀνεξιχνίαστον τό ἔλεος τῆς ἐπαγγελίας σου¨ αὐτός μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καί τά ἐλέη σου παράσχου ἡμῖν, ὅτι ἀπό τοῦ αἰῶνός εἰσι¨ στήριξον τήν κτίσιν, στερέωσον τήν γῆν, παῦσον τόν κλόνον αὐτῆς, ἕδρασον τήν δονηθεῖσαν οἰκουμένην, καί μή συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, μηδέ καταδικάσῃς ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν, ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ὅτι σύ εἶ ὁ Θεός ἡμῶν, Θεός τοῦ ἐλεεῖν καί σώζειν, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς ἀῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐντολῇ τοῦ Σεβ. Μητροπολίτου
Ὁ Γενικός Ἀρχιερατικός Ἐπίτροπος
+Πρωτοπρ. Δημήτριος Κ. Γεόμελος

Δεν υπάρχουν σχόλια: