Ἀπολυτίκιον Κοιμήσεως Θεοτόκου Ἦχος α' Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΙΕΡΟΣ ΕΝΟΡΙΑΚΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΧΙΟΥ, ΨΑΡΩΝ ΚΑΙ ΟΙΝΟΥΣΣΩΝ

Δευτέρα 22 Ιουλίου 2013

Απολυτίκια Αγίας Μαρκέλλης Χιοπολίτιδος

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Κυρίου τοῖς νόμοις, καί τοῖς θείοις διδάγμασι, πειθομένη Μαρκέλλα καί ἀμέμπτως φυλάττουσα, τήν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηυλίζου, ἐν οἷς διώκων εὑρίσκει καί κτείνει σε∙ δόξα τῷ δεδωκότι σοι ισχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἱάματα.

Ἕτερα

Ἦχος δ’. Ταχύ προκατάλαβε.

Παρθένος ἀκήρατος, καί ἀθληφόρος σεμνή, ἐδείχθης ἀθλήσασα, ὑπέρ τοῦ νόμου Χριστοῦ, Μαρκέλλα πανεύφημε ὅθεν τῶν ἱαμάτων, ἀναβλύζεις τήν χάριν, πᾶσι τοῖς προσιοῦσι, τῇ θερμη σου πρεσβεία, πρεσβεύουσα Κυρίῳ, ὑπέρ τῶν τιμώντων σε.

Το απολυτίκιο αυτό περιέχεται στο ΜΕΓΑ ΩΡΟΛΟΓΙΟΝ, έκδοσις Αποστολικής Διακονίας, Αθήναι 1988, σελ. 423

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαῖς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρῷσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἱάματα.

Το απολυτίκιο αυτό συντάχθηκε από τον Μ. Υμνογράφο της Μεγάλης του Χριστού Εκκλησίας μοναχό Γεράσιμο Μικραγιαννανίτη, εγκρίθηκε από την Ι. Σύνοδο της Εκκλησίας της Ελλάδος και περιέχεται στο Συμπλήρωμα (Επίμετρον) του ΜΕΓΑΛΟΥ ΩΡΟΛΟΓΙΟΥ, έκδοσις «Αστέρος», Αθήναι 1973, σελ. 164.


Δεν υπάρχουν σχόλια: