Ἀπολυτίκιον Κοιμήσεως Θεοτόκου Ἦχος α' Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΙΕΡΟΣ ΕΝΟΡΙΑΚΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΧΙΟΥ, ΨΑΡΩΝ ΚΑΙ ΟΙΝΟΥΣΣΩΝ

Τρίτη 20 Νοεμβρίου 2012

Απολυτίκιον Εισοδίων Θεοτόκου - 21 ΝΟΕΜΒΡΙΟΥ

Ἀπολυτίκιον
Ἦχος δ'.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Δεν υπάρχουν σχόλια: