Ἀπολυτίκιον Κοιμήσεως Θεοτόκου Ἦχος α' Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΙΕΡΟΣ ΕΝΟΡΙΑΚΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΧΙΟΥ, ΨΑΡΩΝ ΚΑΙ ΟΙΝΟΥΣΣΩΝ

Δευτέρα 30 Δεκεμβρίου 2024

Πατριαρχική Απόδειξις επί τοις Χριστουγέννοις (2024)

 
+ Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ

ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ – ΝΕΑΣ ΡΩΜΗΣ

ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ

ΠΑΝΤΙ Τῼ ΠΛΗΡΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

ΧΑΡΙΝ, ΕΛΕΟΣ ΚΑΙ ΕΙΡΗΝΗΝ

ΠΑΡΑ ΤΟΥ ΕΝ ΒΗΘΛΕΕΜ ΓΕΝΝΗΘΕΝΤΟΣ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ

Ποιμαντορική Εγκύκλιος των Χριστουγέννων, αρ. 79

 

«Παιδίον ἐγεννήθη ἡμῖν» (Ἠσαΐου 9,6).

Ὁ μεγαλοφωνότατος Ἠσαΐας, ἀνελθών μετά τῶν τανυπτέρων τῆς θεοπνευστίας πτερύγων εἰς αἰθερίους καί οὐρανοβάμονας ἐκστάσεις, προσανετένισε μετά παγκοσμίου ἐκπλήξεως εἰς τό ἀχανές τήν θείαν βουλήν καί οἱ ὑψιπετεῖς καί μεγαλορρήμονες προφητικοί λόγοι καί αἱ ἀκατάληπτοι προρρήσεις του ἐξεπληρώθησαν τελείως ἐν τῷ Θείῳ Βρέφει τῆς Βηθλεέμ.